Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

αὕτη, τί χλωροῖς: πάλιν εἰς τὴν αὐτὴν ἔννοιαν ταῦτα. ἔδει δὲ αὐτὴν μηδὲ κλαίουσαν εἰσάγεσθαι· οὐ γὰρ οἰκεῖον τῷ προσώπῳ [τοῦτο]· ὠμὸν γὰρ εἰσῆκται τοῦτο. ἀλλ’ ἐκφέρεται τῇ ὀχλικῇ φαντασίᾳ ποιήσας κλαίουσαν καὶ συμπάσχουσαν. ἀπιθάνως γὰρ τὴν τοιαύτην διαχειριζομένην τὰ τέκνα εἰσάγει. ἄμεινον δὲ Ὅμηρος [τ 211]· ὀφθαλμοὶ δ’ ὡσεὶ κέρα ἔστασαν: — AB