Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

λάβεσθε χειρός: τοῦτο ἠρέμα καὶ καθ’ ἑαυτὴν, ὡς ἐννοοῦσα τὴν ἀπήνειαν τοῦ φόνου κατὰ τῶν παίδων. φεῦ μοι, φησὶ, τῶν κακῶν, ὡς ἀλγῶ τὴν ψυχὴν, ἐννοοῦσα τὸ κεκρυμμένον ἐν τῇ ἐμῇ ψυχῇ κακόν· λέγει δὲ τὸν τῶν παίδων φόνον. ἀπὸ δὲ τούτου φαίνεται τὸ μὴ κατὰ προαίρεσιν αὐτὴν ὁρμᾶν ἐπὶ τὸν φόνον, ὅπου γε περιαλγεῖ τὴν ψυχὴν τῷ πάθει, ἀλλὰ διὰ τὸ προτεθυμῆσθαι ἀμύνασθαι τὸν Ἰάσονα. δύναται δὲ καὶ εἰς ἐπήκοον τοῦ Ἰάσονος λεγόμενον πρὸς τοῦτον οὕτως· ἀγωνιῶ καὶ πάνυ τετάραγμαι ἐκεῖνο ἐνθυμουμένη τῶν κεκρυμμένων καὶ ἀδήλων ἀνθρώποις πραγμάτων, εἰ ζήσονται οὗτοι σὺν ἡμῖν πολὺν χρόνον· ὡς ἕτερον μὲν αὐτὴν νοεῖν, ὅπερ ἔμελλε δρᾶν, ἑτέρως δὲ ἐκδέχεσθαι τὸν Ἰάσονα, ὅτι ἄρα ἄδηλα τὰ κατὰ ἀνθρώπους καὶ κεκρυμμένα: — AB