Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πόθεν θράσος: ἀντὶ τοῦ· τίνι λογισμῷ χρησαμένη.

τουτέστι· τίς σε τῶν πάντων πείσει τοσοῦτον θράσος ἐνθεῖναι τῇ σαυτῆς ψοχῇ ἢ τῇ δεξιᾷ ὁπλιζομένῃ κατὰ τῶν φιλτάτων παίδων: — AB

τὸ ἑξῆς οὕτως· πόθεν θράσος λήψῃ φρενὸς καρδίᾳ ἢ χειρὶ, κατὰ τῶν τέκνων σου δεινὰν προσάγουσα τόλμαν. λείπει γὰρ ἡ κατά. τὸ δὲ ἢ καρδίᾳ ἢ χειρὶ ἀντὶ τοῦ ἢ ἐννοίᾳ ἢ πράξει: — A