Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πῶς οὖν ἱερῶν: πῶς οὖν τὴν τεκνολέτειραν ὑποδέξεται ἡ πόλις τῶν ἱερῶν ποταμῶν ⟨ἢ⟩ ἡ χώρα τῶν φίλων, τουτέστι τῶν ἡδέων καὶ ἀγαθῶν: — A

ἄλλως: ἡ μεταξὺ τῶν ἱερῶν κειμένη ποταμῶν. τῷ προτέρῳ δὲ διαζευκτικῷ συνδέσμῳ, τῷ ἤ, τὸ ἡ ἄρθρον ἔξωθεν προσθετέον, τουτέστιν· ἢ ἡ πόλις ἢ ἡ χώρα. ὁ δὲ νοῦς· πῶς ἂν οὖν σε δέξαιτο ἡ πόλις αὕτη, ἡ ἱεροὺς ἔχουσα ποταμοὺς καὶ καθαροὺς παντὸς μολύσματος, ἢ ἡ τῶν κατ’ αὐτὴν ἀνδρῶν προσφιλεστάτων ἡμῖν χώρα, παιδοκτόνον γενομένην καὶ ἀνοσίαν τῷ κατὰ τῶν φιλτάτων φόνῳ: — AB