Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀνιμωμένην ἐπὶ τὴν χώραν καταπνεῦσαι: — Bi

ἀπὸ κοινοῦ τὸ κλῄζουσι, τουτέστι· λέγουσι δὲ τὴν Ἀφροδίτην ἀεὶ καὶ διηνεκῶς ἐνταῦθα [ποιεῖν] περιτιθεμένην τοῖς ἑαυτῆς πλοκάμοις πολύν τινα κόσμον καὶ οὕτως δὴ ἐρασμίαν ἑαυτὴν παρασκευάσασαν ἐξαποστέλλειν τοὺς ἐπὶ πᾶσαν σοφίαν ὁδηγοὺς ἔρωτας, ἐμφαίνει δὲ διὰ τούτων, ὡς ἐρωτικῶς ἔχοντες πρὸς πᾶσαν σοφίαν οἱ Ἀθηναῖοι εἰκότως τὸν κατὰ πάντων ἔχουσι τῆς παιδεύσεως στέφανον. ὡσεὶ ἔλεγεν· ἀεὶ δὲ ἐρωτικῶς ἔχοντες πρὸς πᾶσαν σοφίαν οὗτοι περιτίθενται τὸν πολυανθῆ τῆς παιδεύσεως στέφανον, μόνοι πιστευόμενοι πάντας νικᾶν τῇ παιδεύσει: — AB