Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Ἐρεχθεῖδαι: μακαρίζει νῦν τοὺς Ἀθηναίους ὡς εὐδαίμονας καὶ σοφίας πάσης ἐπιστήμονας ἱερούς τε καὶ μύστας, ὅτι μέλλει τὰ κατὰ τὴν Μήδειαν ἐπάγειν μιάσματα. τῇ γὰρ παραθέσει βούλεται αὐτὴν ἀποτρέψαι τοῦ κατὰ τῶν παίδων φόνου. οὕτως γὰρ ἐν τοῖς ἑξῆς ἐπάγει ὅτι οὐκ εἰκὸς τοὺς οὕτως ἱεροὺς καὶ σοφοὺς ἄνδρας σὲ μιαιφόνον γενομένην ὑποδέξεσθαι: — AB

Ἐρεχθεῖδαι τὸ παλαιόν: ἱκανὸν ἐγκώμιον ὁ χορὸς καταβάλλεται τοὺς Ἀθηναίους δικαίους καὶ θεοσεβεῖς ἀποκαλῶν, ἀποτρέπων τῆς

πράξεως τὴν Μήδειαν, ὡς οὐκ ἂν οἱ τοιοῦτοι τὴν τοιαῦτα δράσασαν δέξαιντο: — AB