Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

λόγοις δὲ συμβάς: εἰ δὲ, φησὶν, ἔλθοις εἰς σύμβασιν [τῶν ἐμῶν] λόγων καὶ συνθήκας ἐνωμότους ποιήσαιο πρὸς ἐμέ, εὖ οἶδα ὅτι μοι φίλος γένοιο ἂν καὶ ἐπίκουρος ἀσφαλὴς καὶ οὐκ ἂν τὴν πρὸς ἐκείνους φιλίαν προκρίναις. ἐπικηρυκεύματα γάρ ἐστι τὰ διὰ τῶν κηρύκων γινόμενα πρὸς φιλίαν. κεῖται οὖν ἡ λέξις ἐπὶ τῆς φιλίας. τῇ δὲ εὐθείᾳ ἀντὶ δοτικῆς κέχρηται. ἔδει γὰρ εἰπεῖν· καὶ τοῖς ἐπικηρυκεύμασιν οὐκ ἂν πίθοιο. Δίδυμος δέ φησιν ἐλλείπειν τὴν διά, ἵν’ ᾖ· καὶ διὰ τὰ ἐπικηρυκεύματα: — AB