Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τούτοις δ’ ὁρκίοισι: ἐγκατειλημμένος ἐμπεπλεγμένος. ἀντὶ τοῦ μετὰ βίας ἄγουσιν. τὸ δὲ ἑξῆς· τούτοις ἄγουσιν οὐ μεθεῖο ἄν: — AB

τούτοις δ’ ὁρκίοισι μὲν ζυγείς: ὁ νοῦς· τούτοις δὲ, τοῖς ἐχθροῖς, ἄγουσί με καὶ βιαζομένοις οὐκ ἂν ἐκδοίης, ὅρκοις προκατειλημμένος. διὸ βούλομαί σε ὀμνύναι. ἐὰν γὰρ ὀμόσῃς μοι, τοῖς περὶ τὸν Κρέοντα βουλομένοις με ἄγειν ἀπὸ τῆς Ἀττικῆς οὐκ ἂν μεθεῖο, οἷον· ἐξαιτουμένοις οὐκ ἂν δοίης· μὴ ὀμόσας δὲ φίλος γένοιο ἂν αὐτοῖς. διὰ δὲ τοῦ ἐπικηρυκεύματα θέλει εἰπεῖν [ἀντὶ τοῦ] ἐπικηρυκεύμασιν. λείπει ἡ διά, ἵν’ ᾖ ὁ πᾶς λόγος· πέποιθα μὲν ἐφ’ οἷς λέγεις μοι, ὁ δὲ τοῦ Πελίου δόμος καὶ ὁ τοῦ Κρέοντος ἐχθροί μοι εἰσίν. τούτοις οὖν βουλομένοις ἐξαιτεῖσθαί με οὐκ ἂν ἐκδοίης, ὀμόσας. εἰ δὲ διὰ λόγων μόνων σύνθοιο, ἴσως ἂν ἐκείνων γένοιο φίλος καὶ διὰ τὰ ἐπικηρυκεύματα, ὅ ἐστι τὰς πρεσβείας, ἐξαιτουμένοις με ἐκδοίης ἂν αὐτοῖς: — AB