Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

σύμβολα: οἱ ἐπιξενούμενοί τισιν ἀστράγαλον κατατέμνοντες θάτερον μὲν αὐτοὶ κατεῖχον μέρος, θάτερον δὲ κατελίμπανον τοῖς ὑποδεξαμένοις, ἵνα, εἰ δέοι πάλιν αὐτοὺς ἢ τοὺς ἐκείνων ἐπιξενοῦσθαι πρὸς ἀλλήλους, ἐπαγόμενοι τὸ ἥμιαστραγάλιον ἀνανεοῖντο τὴν ξενίαν. Εὔβουλος Ξούθῳ [frg. 70]· τί ποτ’ ἐστὶν ἅπαντα διαπεπρισμένα ἡμίσε’ ἀκριβῶς ὡσπερεὶ τὰ σύμβολα. οὕτως Ἑλλάδιος: — B

ἢ γράμματα, ἐπιστόλια: — Bi