Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οἶσθ’ ὡς μετεύξῃ: τοῦτο κατὰ ἐρώτησιν. οἶσθα, φησὶν, ὥς σε ἔδει μετεύξασθαι, ἵνα δόξῃς τὴν εὐχὴν φρονίμως ποιεῖσθαι; νῦν γὰρ εὐήθη λόγον εἴρηκας· μήτε τὰ χρηστά σοι λυπηρὰ φαίνεσθαι, μήτε τὴν εὐτυχίαν δυστυχίαν νομίζεσθαι: — B

ἄλλως: οἶσθ’ ὡς μετεύξῃ καὶ τοῦτο ποιήσασα σοφωτέρα φαίνῃ; ⟨τοῦτο δὲ εἰς τὸ⟩ μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος. μέμφεται οὖν αὐτῆς τὴν εὐχὴν καὶ, εἰ θέλεις, φησὶ, σοφωτέρα φανῆναι, μετάθου τὴν προτέραν εὐχὴν καὶ εὔξαι μηδέ ποτε τὸ χρηστὸν λυπηρόν σοι φαίνεσθαι: — B