Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἐγὼ γὰρ εἰς τοῦτ’ ἐκβέβηκα: οὕτω, φησὶ, πέπληγμαι τὴν ψυχὴν ὑπὸ τῶν κακῶν τῶν κατὰ τὴν Μήδειαν, ὡς ἀφιέναι εἰκῇ λόγους εἴς τε τὴν γῆν καὶ τὸν ἀέρα, ἀποδυρομένη τὰς ἐκείνης τύχας. οὐρανὸν γὰρ λέγει νῦν τὸν ἀέρα. οἱ δὲ στενοχωρούμενοι ὑπὸ τῶν κακῶν τῷ

οὐρανῷ ἢ τῷ ἡλίῳ ἢ ἄλλῳ τῳ θεῷ ἀφηγοῦνται τὰ καθ’ ἑαυτοὺς πράγματα: — AB

ὥσθ’ ἵμερός μ’: καλῶς ὁ Εὐριπίδης μεμίμηται τοὺς ἐν μεγάλαις δυστυχίαις ἐξεταζομένους καὶ μηδενὶ τῶν ἀνθρώπων θαρροῦντας ἀπαγγεῖλαι τὰ δυστυχήματα ἢ διὰ φόβον δεσποτῶν ἢ διά τινα χρείαν συμφέρουσαν τοῖς πράγμασιν. οὗτοι γὰρ σιωπᾶν τὰς συμφορὰς μὴ δυνάμενοι καὶ λέγειν ἀνθρώποις φοβούμενοι, οὐρανῷ ἢ ἡλίῳ ἢ γῇ ἢ θεοῖς ἄλλοις διηγοῦνται: — AB