Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

γράφεται δοκοῦσα μή τι πρός: — Bi

ἀντὶ τοῦ· οὐδὲν προσδοκῶσα παρὰ σοῦ πράξειν καλῶς. ταῦτα δὲ ἐν ἤθει προενεκτέον· φέρε, φησὶν, ὡς φίλῳ σοι διαλεχθῶ, καίτοι προσδοκῶσα τί πράξειν καλόν; καὶ διαλεγομένη ὡς οὐδὲν ὠφελήσοντί με, ὅμως ἐρωτήσω. οὕτω γὰρ ἂν πικροτέρως ἐλεγχθείης οὐδὲν ἔχων πρὸς ἔπος ἀποκρίνασθαι. διαστῆσαι δὲ δεῖ κατὰ ἀνάγνωσιν τὸ τί, ἐκ δὲ τῆς ὑποκρίσεως ἐμφαίνειν τὸ οὐδέν [τι]. παθητικὴν δὲ ὑπόκρισιν δηλοῖ τὸ τί· καίτοι γε τί δοκοῦσα πράξειν παρὰ σοῦ: — B