Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἐπεὶ ἀντάχησαν: ταῦτα εἰς τὰ Ἡσίοδου καὶ Ὁμήρου [opp. 375] ὃς δὲ γυναικὶ πέποιθε καὶ [λ 456] ἐπεὶ οὐκέτι πιστὰ γυναιξί. συμβήσεται δὲ ⟨ἐν⟩ τῷ μετὰ ταῦτα πολλῷ χρόνῳ τάς τε

γυναῖκας κατειπεῖν τῶν ἀνδρῶν καὶ τοὺς ἄνδρας κατὰ τῶν γυναικῶν, καὶ οὐκέτι μόναι γυναῖκες βλασφημηθήσονται. ἢ οὕτως· οἱ ὕμνοι τῶν μελῶν ἀντήχησαν ἂν πρὸς τοὺς ἄνδρας, ἀντεκωμῴδησάν τε καὶ ἀντιδιέβαλον ἂν, εἰ ὁ Ἀπόλλων ἐδωρήσατο ταῖς γυναιξὶ τὸ ⟨δύνασθαι⟩ λέγειν: — B