Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμᾳ: οὐ καθ’ ἡμετέραν, φησὶ, γνώμην οὐδὲ ὡς ἡμῖν, ταῖς γυναιξὶν, ἀρέσκει, ἐδωρήσατο τοῖς ἀνδράσιν ἐξ ἀρχῆς ὁ Ἀπόλλων τὸ δύνασθαι λέγειν. ἔδει γὰρ καὶ τῇ γυναικείᾳ φύσει τοῦτο δεδωρῆσθαι, καὶ τάχα ἂν πολλαὶ ποιήτριαι γενόμεναι ἑαυτὰς μὲν ὑμνήσαμεν, τοὺς ἄνδρας δὲ ἐψέγομεν. ἢ τὸ ἐν ἡμετέρᾳ γνώμῃ ἀντὶ τοῦ· τῇ γυναικείᾳ φύσει οὐ δέδωκεν ὁ Ἀπόλλων, ἤτοι ἡμῖν ταῖς γυναιξὶν, τὸ δύνασθαι λέγειν. τὸ αὐτὸ δὲ δηλοῦται: — B

ἄλλως: οὐ γὰρ ἐν ἡμετέρᾳ γνώμῃ τὴν τῆς λύρας θέσπιν ἀοιδὴν ἐδωρήσατο ὁ Απόλλων, οἷον· οὐ δυναταί ἐσμεν ἡμεῖς αἱ γυναῖκες ποιήματα γράφειν, ἐπεὶ τάχα ἂν αἱ γυναῖκες ἀντεκωμῴδουν τοὺς ἄνδρας, τὴν δὲ ἑαυτῶν φύσιν ἐπῄνουν, κατὰ τὸν τοῦ λέοντος μῦθον [Aesop. 63]. λέων γὰρ ἰδὼν λέοντα ὑπὸ ἀνδρὸς ἀγχόμενον ἐν γραφῇ, εἶπεν· καὶ ἡμεῖς εἰ ᾔδειμεν γράφειν ἢ πλάσσειν, ἔμπαλιν ἂν οἱ ἄνθρωποι ἐτίθεντο ἀγχόμενοι ὑπὸ τῶν λεόντων: — B

παρὰ τὸν τοῦ λέοντος μῦθον. θείαν καὶ θαυμαστήν. περιφραστικῶς τὴν ἀοιδήν, παρόσον ἴσως κἂν ἐν λύρᾳ ἐλέγετο μέλη ὄντα: — Bi