Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν: ὅτι ἐπὶ κακοῦ τὸ ὑμνεῦσαι. Μοῦσαι δὲ παλαιγενέων, λοιπὸν δὲ, φησὶν, αἱ Μοῦσαι, αἱ τοὺς παλαιγενεῖς ἄνδρας τοὺς σοφοὺς παρορμήσασαι διασῦραι τὸ γυναικεῖον ἔθνος, λήξουσι τῶν ἀοιδῶν τῶν καθ’ ἡμῶν, ἐν αἷς ὡς ἄπιστοι διαβεβλήμεθα. τουτέστιν· οὐκέτι τοῖς ποιηταῖς ἐμπνεύσουσι τὸ καθ’ ἡμῶν τι λέγειν. ἢ Μοῦσαι παλαιγενέων, τὰ ποιήματα τῶν πάλαι σοφῶν ποιητῶν, τουτέστι· τὰ δὲ εἰρημένα τοῖς πάλαι σοφοῖς καθ’ ἡμῶν καὶ ἐν οἷς ποιήμασι διαβεβλήμεθα ὡς ἄπιστοι, ταῦτα σχολάσει καὶ λῆρος εἶναι νομισθήσεται, ἵν’ ᾖ τὸ λήξουσιν ἀντὶ τοῦ παύσονται καὶ ἀφανισθήσονται: — B

οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμᾳ: οὐ καθ’ ἡμετέραν, φησὶ, γνώμην οὐδὲ ὡς ἡμῖν, ταῖς γυναιξὶν, ἀρέσκει, ἐδωρήσατο τοῖς ἀνδράσιν ἐξ ἀρχῆς ὁ Ἀπόλλων τὸ δύνασθαι λέγειν. ἔδει γὰρ καὶ τῇ γυναικείᾳ φύσει τοῦτο δεδωρῆσθαι, καὶ τάχα ἂν πολλαὶ ποιήτριαι γενόμεναι ἑαυτὰς μὲν ὑμνήσαμεν, τοὺς ἄνδρας δὲ ἐψέγομεν. ἢ τὸ ἐν ἡμετέρᾳ γνώμῃ ἀντὶ τοῦ· τῇ γυναικείᾳ φύσει οὐ δέδωκεν ὁ Ἀπόλλων, ἤτοι ἡμῖν ταῖς γυναιξὶν, τὸ δύνασθαι λέγειν. τὸ αὐτὸ δὲ δηλοῦται: — B