Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πόσιν τ’ ἐμόν: πῶς ἐπαγγειλαμένη τὸν Ἰάσονα ἀνελεῖν οὐκ ἀνεῖλεν; ἢ τάχα ἐπεὶ ἐλθὼν ὁ ἄγγελος μετὰ θάνατον Γλαύκης καὶ Κρέοντος ἐθορύβησεν αὐτὴν λέγων χρῆναι τάχιστα φεύγειν· ἔνθα [1122] καί φησι Μήδεια, φεῦγε, ὅθεν οὐκ ἔσχε σχολὴν τοῦτο ἐργάσασθαι. εὐθὺς οὖν καὶ ὁ Ἰάσων παραγίνεται πρὸς αὐτήν: — B