Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἄλλως: οὐκ ἐν σπάνει κακῶν ἐσμεν· σὺ γὰρ οὐ πονεῖς καὶ ἐν κακοῖς τυγχάνεις. [ἐπεὶ δὲ εἶπεν ὁ Κρέων καί μ’ ἀπάλλαξον πόνων φησί· ποίων πόνων; ἐγὼ γάρ εἰμι ἡ ἐν πόνοις οὖσα καὶ οὐκ ὀφείλω ἄλλους ἀναδέχεσθαι πόνους ἐφ’ οἷς ἔχω] ὥστε μηδὲ ἀπέλαυνέ με τῶν Κορινθίων καὶ τοῦτόν μοι προστίθει τὸν πόνον ἐφ’ οἷς ἔχω. ἱκανοὺς γὰρ ἔχω πόνους τῆς τε πατρίδος ἐστερημένη καὶ νῦν τὸν ἄνδρα ἀπολέσασα διὰ τὴν σὴν θυγατέρα. [ὥστε] τὸ πονοῦμεν ἡμεῖς διασταλτικῶς εἶπεν, οἷον· ἐγὼ πονῶ τοιαῦτα δεινὰ πεπονθυῖα, σὺ δὲ οὒ, μηδὲν χαλεπὸν ὑποστάς: — B

ἐνόχλησιν: — Bg