Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἐπεὶ καθόλου ἡ Μήδεια τὸν ἔρωτα κακὸν ἀπεφήνατο, ἐπήγαγεν ὁ Κρέων τοῦτο ἀναιρῶν καί φησιν ὅτι ὁ ἔρως οὐκ ἀεὶ κακὸς, ἀλλ’ ὡς ἂν ἄγηται ὑπὸ τῆς τύχης. πολλοὶ γὰρ ἐρασθέντες ἔτυχον. βλασφημεῖ δὲ τὸν ἔρωτα ἡ Μήδεια, ἐπεὶ καὶ ἐρασθεῖσα τοῦ Ἰάσονος ἐψεύσθη τῆς ἐλπίδος· οὗτος δέ φησι· μὴ καταμέμφου τοὺς ἔρωτας· ἔσθ’ ὅτε γὰρ ἀγαθόν τι ποιοῦσιν, ἔσθ’ ὅτε δὲ κακὸν, ὡς ἂν ἡ τύχη παραγένηται: — B

ὅπως ἂν ἄγηται ὑπὸ τῆς τύχης καὶ παραστῇ ἡ τύχη πρὸς τὸ ἐρᾶν: — Bi