Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οἱ δ’ ἀφ’ ἡσύχου: οἷον ἡσύχιον βίον ἐπανῃρημένοι. ἀντὶ τοῦ· φαινόμενοι, μηδὲν δὲ πράττοντες, ἀλλ’ ἡσυχίαν ἄγοντες. ἄλλοι δὲ ἐπὶ ἡσυχίας ἰδιοπραγμονοῦντες ὑπόνοιαν ἔσχον δυσκολίας καὶ ἀργίας. ῥᾳθυμίαν γὰρ τὴν ἀργίαν: — B

οἱ ἡσύχιον βίον ἐπανῃρημένοι δυσκλεεῖς μὲν ἐνομίσθησαν, πρᾷοι δὲ τὴν ψυχήν. τοὺς ἐν θυραίοις δέ φησι [ἀντὶ] τοὺς ἐν τοῖς οἴκοις τῶν ἑτέρων συνεχῶς φαινομένους, παρὰ τὸ Ἰσοκρατικὸν [1, 20] τὰς ἐντεύξεις μὴ ποιοῦ πυκνάς: — Bi