Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Κορίνθιαι γυναῖκες: χρὴ νοεῖν ὅτι κατὰ τὸ σιωπώμενον εἰσελθοῦσα ἡ γραῦς παρεκάλεσε τὴν Μήδειαν ἐξελθεῖν πρὸς τὰς ἀπὸ τοῦ χοροῦ. αὕτη οὖν ἐξελθοῦσά φησιν· ἐξῆλθον πρὸς ὑμᾶς, ὦ γυναῖκες, ἵνα μή μοι τι μέμψησθε ὡς δι’ ὑπερηφανίαν μὴ προελθούσῃ: — AB

ἄλλως: ὦ Κορίνθιαι γυναῖκες, ἐξῆλθον ἐκ τῶν δόμων, ἵνα μὴ μέμψησθέ μοι, καίτοι ἐπίσταμαι πολλοὺς τῶν ἀνθρώπων σεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο, τοὺς δ’ ἐν θυραίοις, οἷον· ὑπερηφάνους νομιζομένους τοὺς μὲν ἀπὸ τοῦ χωρίζεσθαι καὶ ἄποθεν τῶν ὀμμάτων εἶναι, τοὺς δὲ διὰ τὸ προέρχεσθαι, καὶ συνεχῶς ἐπιφαίνεσθαι· ἐξ οὗ τὸ ἁπανταχόθεν ἐπίφθονον καὶ εὐδιάβολον τῶν ἀνθρώπων συνάγει, ὅτι εἰς μηδὲν ἀρέσκονται. εἶτα πάλιν κατὰ τούτων ἐπιφέρει ὅτι καὶ οἱ ἀφ’ ἡσύχου ποδὸς καὶ ἐν ἐρημίᾳ τὰ ἑαυτῶν πράττοντες δύσκλειαν κτῶνται καὶ ἀργίαν, οἷον· καὶ οὗτοι διαβάλλονται ὑπὲρ τούτου. οὕτως ὁ Εἰρηναῖος. δίκη γὰρ οὐκ ἔνεστ’ ἐν ὀφθαλμοῖς βροτῶν: φησὶν ὅτι διὰ τοῦτο προῆλθον πρὸς ὑμᾶς, καίτοι ἐπισταμένη ὅτι καὶ τὸ ἐπιφοιτᾶν ἐπικίνδυνόν ἐστιν, ὅμως δ’ οὖν, ἵνα [μὴ] δι’ ἔργων καὶ ἀπ’ αὐτῆς τῆς διανοίας γνωρίσητέ με ἥτις εἰμί. οὐ γὰρ, φησὶν, ἐν ὀφθαλμοῖς ἀνδρῶν καὶ ἐν τῇ ὄψει μόνῃ περί τινος δίκη καὶ κρίσις ἐστίν, ἤτοι τὸ δίκαιον οὐκ ἀπὸ μόνης τῆς ὄψεως εὑρίσκεται. τὸ δὲ κατάλλη

λον οὕτως μᾶλλον σαφὲς γίνεται· ὅτι ἡ δίκη οὐκ ἔστιν ἐν ὀφθαλμοῖς βροτῶν, οὐδὲ δίκαιος οὗτος ὃς πρὶν τὸ σπλάγχνον σαφῶς ἐκμαθεῖν τοῦ πέλας. στυγεῖ ἀπὸ τῆς ὄψεώς τινα οὐδὲν ἠδικημένος ὑπ’ αὐτοῦ. οὕτως Εἰρηναῖος: — εἰς δὲ τὸ μή μοι τι μέμφησθε προσληπτέον ἔξωθεν τὸ ὅπως. αἰτίαν γάρ φησι τοῦ ἐξεληλυθέναι, ὅπως μὴ ὑπὸ αἰτίαν πέσῃ: — B