Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Κόλχων ἐς Αἶαν: πόλις ἐν Σκυθίᾳ οὕτω καλουμένη. ἐν Κόλχοις. ὀνοματικῶς: — B

Συμπληγάδας: τὰς περὶ τὸ στόμα τοῦ Πόντου λέγει, αἳ δι’ ἀπάτην τῆς ὄψεως δοκοῦσιν ὧδε κἀκεῖσε φέρεσθαι: — AB

ἄλλως: ταύτας ὁ Σιμωνίδης [frg. 22] Συνορμάδας φησίν. εἰσὶ δὲ πέτραι ἐπὶ τῷ στόματι τοῦ Πόντου στεναὶ τὸ διάστημα, δι’ ὧν ἔξεισιν ἡ θάλασσα ἀπὸ τοῦ Πόντου εἰς τὸν Ἑλλήσποντον. Ἐρατοσθένης δ’ ἐν τῷ τρίτῳ τῶν Γεωγραφουμένων φησὶ περὶ αὐτῶν· καλοῦσι δὲ Συμπληγάδας οὕτως. καθ’ ὃν καιρὸν ἄν τις πρὸς τὰ δεξιὰ ἐκκλίνῃ, σφόδρα φαντάζεται τὰς πέτρας συναγομένας, ὅταν δὲ κατὰ μέσον, ὁρᾷ διισταμένας καὶ ἔμπαλιν εἰς τὰ ἀριστερὰ διαλλάξας ὁρᾷ συντρεχούσας. τούτου δὲ πολλάκις γενομένου Συμπληγάδας αὐτάς φησι κεκλῆσθαι διὰ τὴν συνδρομὴν ⟨καὶ⟩ διάστασιν τῆς φαντασίας. οἱ δὲ νεώτεροι τὰς παρ’ Ὁμήρῳ Πλαγκτὰς ὑπενόησαν εἶναι: — A

τὰς Συμπληγάδας ὁ Σιμωνίδης Συνορμάδας φησίν. Ἐρατοσθένης δὲ ἐν ̄γ Γεωγραφουμένων φησὶ τὸν πλοῦν στενὸν εἶναι καὶ σκολιὸν, δι’ οὗ φαντάζεσθαι τοὺς πλέοντας τὴν ἀπόκλεισιν τῶν πετρῶν: — B