Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Θέμιν εὐκταίαν: τῶν διαβεβοημένων ἐστὶ ζητημάτων καὶ τοῦτο, πῶς ἡ μὲν Μήδεια τὴν Θέμιν καὶ τὴν Ἄρτεμιν ἐπιβοᾶται, ἡ δὲ πρεσβῦτις ἀντὶ τῆς Ἀρτέμιδος τὸν Δία φησὶν αὐτὴν ἐπιμαρτύρασθαι. Ἀπολλόδωρος μὲν οὖν φησιν ὁ Ταρσεὺς τῆς ἀμφιβολίας αἰτίους εἶναι τοὺς ὑποκριτὰς, συγχέοντας τὰ χορικὰ τοῖς ὑπὸ τῆς Μηδείας λεγομένοις. δεῖν δὲ τὴν διαστολὴν γεγονέναι μὲν ἐκ τοῦ τὴν Μήδειαν ἅπαντα ταῦτα λέγειν αἶ αἶ διά μου κεφαλῆς φλὸξ οὐρανία βαίη ἕως τοῦ ἄιες ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς, τὰ δὲ ἑξῆς τῷ χορῷ προσάψαι. οὕτως γὰρ ἐχούσης τῆς διαστολῆς, [ὡς] αὐτῆς φησάσης τῆς Μηδείας διαρρήδην προσκαλεῖσθαι τὸν Δία, τὰ ἑξῆς τὸν χορὸν λέγειν ἰαχὰν οἵαν ἁ δύστανος μέλπει νύμφα· εἰ δὲ μὴ, γελοῖον δοκεῖν τῆς Μηδείας καταρασαμένης ἑαυτῇ τὸν χορὸν λέγειν ἄιες, ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς. λελύσθαι οὖν τὴν ἀπορίαν * * εἰκότως τὴν πρεσβῦτιν ἔνδοθεν κατηκοῦσθαι τῆς Μηδείας καὶ λέγειν κλύεθ’, οἷα λέγει. ὁ δὲ Δίδυμός φησιν ὅτι διὰ τοῦ λέγειν διά μου κεφαλῆς φλὸξ οὐρανία βαίη ἐπικαλεῖται τὸν Δία. τίς γὰρ εἶχεν αὐτῇ ἐπιπέμψαι τὸν κεραυνὸν, εἰ μὴ ὁ Ζεύς; εἰ δὲ ἡ πρεσβῦτις μὴ

πάντων ὦν ἡ Μήδεια ἐπεκαλέσατο ἐμνήσθη, οὐ παράδοξον· ἠρκέσθη γὰρ τοῖς σεμνοτάτοις. οἱ δὲ λείπειν φασὶ τὸ ὄμνυμι Ζῆνα καὶ Θέμιν: — AB