Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Αἰγεῖ συνοικήσουσα: λέγεται μετὰ τὸ ἐκβεβλῆσθαι τῆς Κορίνθου σὺν τῷ Αἰγεῖ εἰς Ἀθήνας οἰκῆσαι: — ABi

κακὸς κακῶς: τὸ ἀκροστόλιον γὰρ τῆς Ἀργοῦς ἀνέθηκεν Ἰάσων τῇ Ἥρᾳ. ποτὲ δὲ εἰσιόντος αὐτοῦ εἰς τὸ ἱερὸν, πεσὸν ἀνεῖλεν αὐτόν. λειψάνῳ οὖν φησὶ μέρει τινὶ τῆς Ἀργοῦς: — A