Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀντὶ τοῦ μετρίως καὶ ἀσφαλῶς, ὡς τῆς συμμετρίας τὸ ἀσφαλὲς τῆς παραμονῆς ἐχούσης, τῆς δὲ ὑπερβολῆς μεγάλας καὶ τὰς ἐκπτώσεις ἐχούσης, ὡς ἐπάγει. ἀμφότερα δὲ λέγεται, καὶ ὀχυρῶς καὶ ἐχυρῶς: — B

αἱρετὸν μὲν, φησὶ, τὸ εὐδαιμονεῖν· εἰ δὲ μὴ ἐνδέχεται ἀεὶ καὶ μέχρι γήρως εὐτυχεῖν, κρεῖσσον τὸ ζῆν ἐπ’ ἴσοις, ὅ ἐστιν ἐν μεσότητι τῇ ἴσον ἀπεχούσῃ εὐτυχίας καὶ ἀτυχίας. ὁ τοιοῦτος γὰρ βίος κρείσσων, ὡς μόνιμος: — B