Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὰ θνητὰ δ’ οὐ νῦν πρῶτον: τοῦτο εἶπεν, ἐπεὶ τινὲς τῶν σοφῶν μεγάλα δύνασθαι τοὺς ἀνθρώπους ἔφησαν καὶ λογισμῷ δευτέρους εἶναι θεῶν. Ὅμηρος μὲν γὰρ [Β 169. 407 Κ 137] Ὀδσσέα καλεῖ Διὶ μῆτιν ἀτάλαντον, Πίνδαρος δὲ φησὶν οὕτως [Nem. 6, 5]· ἀλλά τι προσφέρομεν ἔμπαν φυὰν ἢ μέγαν νόον ἀθανάτοις. εἰ οὖν, φησὶν, ἔδοξέ τισι μεγάλα περὶ τῶν ἀνθρώπων ὑπονοεῖν, ἀλλ’ οὖν ἐγὼ σκιὰν ἡγοῦμαι: — AB

οὐθέν: — Bg