Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἢ Πανὸς ὀργάς: τοὺς ἐξαίφνης καταπίπτοντες ᾤοντο τὸ παλαιὸν οἱ ἄνθρωποι ὑπὸ Πανὸς μάλιστα καὶ Ἑκάτης πεπλῆχθαι τὸν νοῦν. ὁ δὲ νοῦς· καὶ τὶς τῶν θεραπαινῶν γεραιὰ πρότερον ἑωρακυῖα κατὰ τὸ στόμα προϊόντα τὸν ἀφρὸν ἐκστρέφουσάν τε τοὺς ὀφθαλμοὺς καὶ νεκρούμενον τὸ λοιπὸν σῶμα, νομίσασα θεοῦ τινος εἶναι χόλον τὸ τοιοῦτον,

ηὔξατο σωθῆναι αὐτήν· εἶτα ὡς εὐχομένης ἐπέτεινε τὸ κακόν, θρῆνον ἠφίει ὡς λοιπὸν ἀπολλυμένης αὐτῆς: — AB

ἄλλως: τὰ πανικὰ δείματα. τὴν τῶν αἰφνιδίων φόβων καὶ ταραχῶν αἰτίαν τῷ Πανὶ ἀνατιθέασιν: — AB