Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

μακρὰν ἀπεῖναι: οὕτως δὲ περιχαρὴς γέγονε τὸν κόσμον ἰδοῦσα καὶ ἕρμαιον ἡγήσατο τὸ δῶρον, ὡς μὴ ἀναμεῖναι τὴν ἀπουσίαν τοῦ Ἰάσονος, ἀλλ’, ἔτι πλησίον ὄντος τοῦ πατρὸς καὶ τῶν παίδων, εὐθὺς λαβοῦσα περιέθετο τὸν κόσμον. ἴσμεν δὲ ὅτι αἱ γυναῖκες οὐκ ἐπὶ παρουσίᾳ τῶν ἀνδρῶν κοσμοῦνται. αὕτη οὖν, φησὶν, ὑπερησθεῖσα τῷ δώρῳ οὐ παρῃτήσατο καὶ παρόντος τοῦ Ἰάσονος περιθέσθαι τὸν κόσμον: — AB