Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἐπεὶ τέκνων σῶν: ὡς εἴδομεν, φησὶ, τοὺς σοὺς παῖδας τὰ δῶρα προσφέροντας, ἐχάρημεν ἡμεῖς οἱ θεράποντες, οἵτινες ἐλυπήθημεν πρὸ τούτου ἐννοοῦντες τὴν σὴν σκαιὰν τύχην, λέγει δὲ τὸ ἀπεζεῦχθαι τοῦ Ἰάσονος. ὡς οὖν, φησὶν, εἴδομεν τὰ δῶρα κομιζόμενα παρὰ σοῦ, εὐφράνθημεν ἐλπίσαντες ὑμᾶς πεπαῦσθαι τῆς ἔχθρας, ἐπεὶ καὶ πολὺς ἦν ὁ λόγος κατὰ τὴν οἰκίαν διαλελύσθαι ὑμᾶς καὶ τὴν προτέραν φιλονεικίαν εἰς φιλίαν μεταβεβληκέναι: — AB