Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πολλάκις ἤδη: ἀποτρέπων ὁ χορὸς τὴν Μήδειαν τῆς τῶν παίδων ἀναιρέσεως διεξέρχεται τοὺς τῆς παιδοποιίας πόνους: — A

πολλάκις ἤδη: πολλάκις, φησὶ, κατ’ ἐμαυτὴν ἐλογισάμην καὶ δι’ ἀκριβεστέρων λογισμῶν προσῆλθον αὐτὴ πρὸς ἐμαυτὴν ἁμιλλωμένη καὶ ζητοῦσα εἰ δυνατὸν καὶ τῇ γυναικείᾳ φύσει ἐρευνᾶν τὰ τοῦ βίου πράγματα καὶ εἰδέναι τί μὲν καλὸν τοῖς ἀνθρώποις, τί δὲ οὔ. καὶ λογισαμένη εὗρον ὅτι μέτεστι μὲν ταῖς γυναιξὶ σοφίας καὶ τῆς τῶν ἀνθρωπίνων πραγμάτων καταλήψεως, οὐ πάσαις δὲ, ἀλλ’ ὀλίγαις. ὧν οὖσα μία καὶ αὐτὴ τυγχάνω καὶ λογίζομαι τῶν ἀνθρώπων τοὺς ἀπείρους παιδοποιίας πολλῷ προφέρειν καὶ ὑπερβάλλειν εὐτυχίᾳ τοὺς γεννήσαντας. ὅσοι μὲν γὰρ τῶν κατὰ παιδοποιΐαν μόχθων ἐκτός εἰσιν, εἴτε καλὸν εἴτε λυπηρὸν οἱ παῖδες, οὐκ ἴσασιν· οἱ δ’ ἔχοντες ἀνάγκῃ τῆς περὶ τοὺς παῖδας ἐπιμελείας κατατρυχόμενοι διατελοῦσιν, πρῶτον μὲν ὅπως ἀγάγωσι τοὺς παῖδας κοσμίως, σπουδάζοντες, δεύτερον δὲ καὶ πόθεν τούτοις χρημάτων πόρον καταλείψειαν, τρίτον ἐπὶ τούτοις οὐκ εἰδότες πότερον χρηστοῖς οὖσι τοῖς παισὶν ἢ πονηροῖς τὸν τρόπον μοχθοῦσι τὸν

χρόνον ἅπαντα. οὐ γὰρ εὐμαρὲς συνιέναι τρόπον ἀνθρώπου, ὅπου γε τοὺς νομιζομένους εἶναι χρηστοὺς πονηροὺς πολλάκις ἐξαίφνης εὑρίσκομεν. ἓν δὲ πάντων τῶν κακῶν τελευταιότατον βούλομαι πᾶσιν ἀνθρώποις ἐξειπεῖν· δῶμεν γὰρ ὅτι καὶ βίον αὐτάρκη τοῖς παισὶ κέκτηνται καὶ εἰς ἀκμὴν ἡλικίας προῆλθον οἱ παῖδες καλοί τε κἀγαθοὶ τὸν τρόπον ἐκβεβήκασιν· εἰ [δὲ] δὴ τούτων οὕτως ἐχόντων φθάσας ὁ δαίμων, πρὶν ὄνασθαι τῶν ἀγαθῶν, τούτους ἁρπάσειε, πῶς ἔτι λυσιτελεῖ πρὸς τοῖς ἄλλοις τῶν ἀνθρώπων κακοῖς παῖδας εὔξασθαι τοῖς θεοῖς παρασχεῖν λύπην ἄντικρυς ὄντας: — AB