Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πάντως σφ’ ἀνάγκη: κἂν ἐγὼ, φησὶ, μὴ φονεύσω τούτους, ἀλλ’ οἱ ἐχθροὶ πάντως ἀναιρήσουσιν. εἰ δὲ ἅπαξ χρὴ τούτους ἀποθανεῖν, κάλλιον ὑφ’ ἡμῶν ἀναιρεῖσθαι, ἵνα μὴ δοκοῖεν οἱ ἐχθροὶ τιμωρίαν ταύτην λαμβάνειν παρ’ ἡμῶν. οἶδε δὲ τὸ εἱμαρμένον τοῖς παισὶν, ὡς καὶ τὴν Ἰάσονος μοῖραν, ἐν οἷς φησιν [1387] Ἀργοῦς κάρα σὸν λειψάνῳ πεπληγμένος: — AB