Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

καίτοι τί πάσχω: ἐνταῦθα ὥσπερ ἀναζωπυροῦσα τὸν κατὰ Ἰάσονος θυμὸν λαμβάνεται ἑαυτῆς καὶ φησί· τί δὴ πέπονθα εἰς οἶκτον ἐμπεσοῦσα τῶν παίδων. οὐ γὰρ ἐμὸν καταισχύνειν ἐμαυτὴν ἀφεῖσαν ἀτιμώρητον τὸν πάντων ἐμοὶ πολεμιώτατον Ἰάσονα, ἐξὸν φονεύουσαν τούτους λυπῆσαι τοῦτον. ἐχθρούς οὖν λέγει ἀντὶ τοῦ ἐχθρόν, τὸν Ἰάσονα. τοιοῦτον δὲ καὶ τὸ παρ’ Ὁμήρῳ [Λ 407]· ἀλλὰ τίη μοι ταῦτα φίλος: — AB