Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

εὐνὰς ἀγῆλαι: Φρύνιχος ἀγῆλαι ἀντὶ τοῦ εὔξασθαι. καὶ παρὰ Ἀριστοφάνει [Pac. 399]· διὰ παντὸς, ὦ δέσποιν’, ἀγαλοῦμεν ἡμεῖς ἀεί. καὶ Ἕρμιππος Ἀρτοπώλισι [frg. 8]· φέρε νῦν ἀγήλω τοὺς θεοὺς ἰοῦσ’ ἐγώ. δηλοῖ καὶ τὸ τιμῆσαι. ἄγειν γὰρ τὸ τιμᾶν φασιν· ἐν πρώτοις ἄγω’. καὶ [Soph. O 775] ἠγόμην δ’ ἀνὴρ ἀστῶν μέγιστος τῶν ἐκεῖ: — AB

ἀγῆλαι ἀντὶ τοῦ παρασκευάσαι καὶ συναγαγεῖν. ἀνασχεθεῖν ἀνατεῖναι. αὐθαδείας δὲ ἀπονοίας αὐταρεσκείας: — ABi