Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πολλή μ’ ἀνάγκη: διπλῆ πάλιν ἡ ἔννοια, ὡς μὲν πρὸς τὸν

πρέσβυν ὅτι χωρὶς τῶν τέκνων φεύξεται καὶ καταλείψει αὐτά, ὡς δὲ πρὸς τὴν ἀλήθειαν ὅτι φονεύσει αὐτά: — AB

πολλή μ’ ἀνάγκη: λείπει τὸ ὀδύρεσθαι· ἀνάγκη, φησὶ, πολλή μοι ὀδύρεσθαι ἐπὶ τοῖς παροῦσι κακοῖς. ὑπό τε γὰρ τῆς ἐμῆς ἀνοίας καὶ τοῦ παρὰ τῶν θεῶν χόλου τὰ κατ’ ἐμὲ κακῶς διάκειται. ταῦτα δὲ λέγει προπέτειαν ἑαυτῆς καταγινώσκουσα. κατεμέμψατο ἑαυτῇ ἐπὶ τῇ τῶν δώρων ἀποστολῇ. εἰ γὰρ ἔμελλεν ἀποθανεῖν ἡ Γλαύκη, ἀνάγκη ἦν φονεῦσαι τὴν Μήδειαν τὰ ἑαυτῆς τέκνα, ἵνα μὴ ὑπὸ ἄλλων τοῦτο γένηται· ὅπερ αὐτὴ ἐλυπεῖτο μετανοοῦσα, αὐτὸς δὲ ᾤετο αὐτὴν ὀδύρεσθαι, ὅτι φυγὰς ἔμελλε γίνεσθαι: — AB