Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὸ ὤφελε τινὲς ἐπιρρηματικῶς δέχονται, ὡς τὸ [Call. epigr. 17, 1] ὤφελε μηδ’ ἐγένοντο θοαὶ νέες’, ἵν’ ᾖ παράλληλον τὸ σχῆμα τῆς γραὸς συνεχέστερον ἀπευχομένης τῇ ἀφίξει τῆς Ἀργοῦς. ὁ δὲ ποιητὴς ῥῆμα αὐτὸ οἶδεν· οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη [Σ 367]· μὴ ὄφελες λίσσεσθαι ἀμύμονα [Ι 698]. ἐπαινεῖται δὲ ἡ εἰσβολὴ διὰ τὸ περιπαθῶς ἄγαν ἔχειν καὶ ταῖς ἐκβολαῖς εὖ κεχρῆσθαι: — B

ἄλλως: ἐπαινεῖται ἡ εἰσβολὴ διὰ τὸ παθητικῶς ἄγαν ἔχειν, εὖ δὲ καὶ [τὸ] ταῖς ἐκβολαῖς κεχρῆσθαι. πολὺ τὸ τοιοῦτον γένος παρ’ Ὁμήρῳ. ὁ δὲ Τιμαχίδας τὸν τρόπον [τῆς ποιήσεως] ἀγνοήσας ποιητικὸν ὄντα τῷ ὑστέρῳ πρώτῳ φησὶ κεχρῆσθαι, ὡς Ὅμηρος [ε 264]· εἵματα δ’ ἀμφιέσασα θυώδεα καὶ λούσασα. πρότερον γάρ φησι φῦναι τὰ δένδρα, εἶθ’ οὕτως κατασκευασθῆναι τὴν Ἀργώ. ἢ ἀπὸ Ἄργου ⟨τοῦ⟩ ναυ

πηγήσαντος, οἱ δὲ διότι ἐταχυδρόμει· ἀργὸν γὰρ τὸ ταχύ· ἐντεῦθεν καὶ λήθαργος, ὁ τῇ λήθῃ ταχύς. καὶ πρώτην γε αὐτὴν ναυπηγηθῆναί φασιν, ἄλλοι δὲ τὴν ὑπὸ Δαναοῦ γεγενημένην. ἔστι δὲ ὑπέρθεσις ὁ τρόπος. τὰ γάρ δεύτερα τῇ τάξει, πρῶτα ὑπέθετο: — B

εἴθ’ ὤφελε: περιφραστικῶς ἡ Ἀργώ· οὐκ ὤφειλεν ἡ Ἀργὼ παρελθοῦσα τὰς Συμπληγάδας εἰς Σκυθίαν ἐλθεῖν. τὸ δὲ εἴθε ἐπίρρημα εὐκτικόν· εἴθ’ ὣς ἡβώοιμι [Η 157]· ἀεὶ δὲ προτάσσεται τῆς συντάξεως· τὸ δὲ ὤφελε ῥῆμα ᾧ ἀπαρέμφατον ἕπεται· ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακός [Γ 173]’. τὸ δὲ διαπτάσθαι τροπικῶς ὡς ἐπὶ ὀρνέου. ἔδει δὲ εἰπεῖν διαπλεῦσαι: — AB