Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

εἴπερ γε θνητοὶ θεῶν: τοῦτο εἶπεν, ἐπεὶ ἐξ ἀρχῆς Ῥαδάμανθυς καὶ Μίνως παρὰ τῶν θεῶν διδασκόμενοι τὰ νόμιμα, τοῖς ἀνθρώποις φανερὰ ταῦτα ἐποίησαν: — MNB

καὶ ἄλλως: ἐπεὶ παρὰ τῶν θεῶν ἔλεγον τοὺς νόμους ἀκηκοέναι οἱ νομοθέται, ὡς Λυκοῦργος μὲν ἀπὸ Ἀπόλλωνος, Μίνως δὲ ἀπὸ Διός. Ὅμηρος [τ 179]· ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής: — MNB