Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† ἀλλ’ ὦ πάτερ Πόσειδον: ἱστορία. Μίνως ὁ βασιλεὺς τῶν Κρητῶν ἔσχε γυναῖκα τὴν Πασιφάην, ἥτις ἠράσθη ταύρου καὶ μὴ δυναμένη τὸν τοιοῦτον ἐκπληρῶσαι ἔρωτα προσῆλθε Δαιδάλῳ τῷ ἀγαλματουργῷ καὶ ἀπήγγειλε αὐτῷ τὸν ἐπὶ τῷ ταύρῳ [ταύτης] ἔρωτα. ὃς δὴ Δαίδαλος θέλων ἐκπληρῶσαι τὴν ταύτης ἔφεσιν κατεσκεύασε ξύλινον ταῦρον συνάψας αὐτῷ καὶ αἰδοῖον καὶ ἐνέδυσεν αὐτὸν δέρμα ταύρου * * ἐν μιᾷ γοῦν τῶν ἡμερῶν κατερχόμενος ὁ ταῦρος ἀπὸ τῆς θήρας πρὸς τὸ οἰκεῖον σπήλαιον ἐφεῦρε τὸν τοιοῦτον τεχνητὸν ταῦρον καὶ εἰς μῖξιν ἄθεσμον ἐκινήθη. ἐξ ἧς δὴ μίξεως συνέλαβεν ἡ Πασιφάη τὸν λεγόμε

νον Μινώταυρον. φοβηθεὶς δὲ ὁ Δαίδαλος μὴ τὸ πραχθὲν παρ’ αὐτοῦ ἐνωτίσηται ὁ Μίνως καὶ εἰς ὀργὴν αὐτῷ κινηθῇ, περιῆψεν ἑαυτῷ ἀλλὰ δὴ καὶ τῷ υἱῷ αὑτοῦ Ἰκάρῳ πτερὰ κήρινα, καὶ ἀπήρχοντο. ὁ δὲ υἱὸς αὐτοῦ Ἴκαρος, οἷα νέος νεωτερικόν τι φρονήσας, πρὸς τὰ μετεωρότερα τοῦ ἀέρος ἐφέρετο, τῶν δὲ κηρίνων πτερῶν διαλυθέντων ταῖς ἡλιακαῖς ἀκτῖσι πρὸς τὸ παρ’ Ἀσίαν πέλαγος ἐξωλίσθησεν, ὃ δὴ καὶ μέχρι τοῦ νῦν τὴν ἐπωνυμίαν αὐτοῦ κέκληται. ὁ δὲ Δαίδαλος οἷά τις ἐπιτήδειος πρὸς τὰ χθαμαλώτερα μέρη φερόμενος εἰς Ἀθήνας κατήντησεν. ὃ δὴ μαθὼν ὁ Μίνως εἰς Ἀθήνας πρέσβεις ἔστειλε τὸν τοιοῦτον ἀποκομίσοντας πρὸς αὐτόν. τῶν Ἀθηναίων δὲ μὴ πειθομένων πάλιν ὁ τοιοῦτος Μίνως διὰ γραφῆς αὐτοῖς κατήγγειλεν αὐτῷ τὸ κατ’ ἔτος διδόναι αὐτῶν ἕνα ἄνθρωπον ὥστε τρώγειν αὐτὸν τὸν Μινώταυρον. ὃ δὴ καὶ οἱ Ἀθηναῖοι ἠθέλησαν. διαφόρων γοῦν ἀπελθόντων ἐκεῖσε ἐζήτησε καὶ ὁ Θησεὺς ἀπελθὼν * * ἐκεῖσε ἠράσθη παρὰ τῆς θυγατρὸς τῆς Πασιφάης. ἦν γοῦν ὁ τοιοῦτος Μινώταυρος ἀποκεκλεισμένος ἐν πολυθύρῳ καὶ πολυπλόκῳ οἰκήματι, ὃ δὴ καὶ Λαβύρινθος ἐκαλεῖτο * * Θησεὺς υἱὸς μὲν Αἴθρας καὶ λόγῳ μὲν Αἰγέως, ἔργῳ δὲ Ποσειδῶνος: — A

ἀλλ’, ὦ πάτερ: μιᾷ τούτων τῶν καταρῶν κατέργασαι τὸν ἐμὸν παῖδα. ποίων δέ; ἃς ἀρὰς ἐμοὶ ὑπέσχου· τὸ ἀνελθεῖν ἐξ Ἅιδου, τὸ ὑποστρέψαι ἀπὸ τοῦ λαβυρίνθου, τὸ πεμφθῆναι τῷ υἱῷ αὐτοῦ θάνατον: — NAB