Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

κατακονά: ἀντὶ τοῦ καταφθορά. λείπει δὲ τὸ κατέλαβέ

με. ὁ δὲ νοῦς· καταφθορὰ μὲν ζωῆς ἀβιωτοποιὸς κατέλαβέ με, κακῶν δὲ ὁ τάλας πέλαγος εἰσορῶ. γράφεται δὲ καὶ τὸ κατακονᾷ ῥῆμα, ἵν’ ᾖ οὕτως· μαραίνει με καὶ καταναλίσκει ἡ δυστυχία τοῦ βίου: — NAB