Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὸν Ἄτλας ἔχει: τὸν Ἄτλαντα οἱ μὲν ὄρος εἰρήκασι, μυθευόμενοι τὸν οὐρανὸν βαστάζειν, ἐπειδὴ πάνυ ὑψηλὸν ὑπάρχει καὶ δοκεῖ ἐπικεῖσθαι αὐτῷ ὁ οὐρανός. ὅθεν καὶ Ἄτλας εἴρηται, διὰ τὸ ἄτλητον ποιῆσαι τὴν εἰς αὐτὸν ἀνάβασιν. τινὲς δὲ Ἄτλαντα εἰρήκασιν αὐτὸν τὸν ἄξονα τοῦ οὐρανοῦ, δι’ οὗ ἡ τοῦ παντὸς κίνησις γίνεται. δῆλον δ’ ἐκ τοῦ Ὁμήρου λέγοντος [α 53] ἔχει δέ τε κίονας αὐτὸς μακρὰς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν. εἰρῆσθαι δὲ Ἄτλαντα, οἱονεὶ πολύτλαν, διὰ τὸ αὐτὸν πάντα βαστάζειν: — NAB

κρῆναί τ’ ἀμβρόσιαι: αἱ τοῦ νέκταρος κρῆναι, καθὸ ἡ ἀμβροσία καὶ τὸ νέκταρ ἐκεῖσε φύονται: — NAB

ἄλλως: ὑποτίθενται τὴν τῶν Φαιάκων γῆν εἶναι. ἐκ γὰρ τῆς πολλῆς θερμότητος καὶ ἐκ τοῦ ἐπικειμένου πυρὸς τρὶς τοῦ ἐνιαυτοῦ τὸν σῖτον καὶ τὰ ἄλλα κάρπιμα φέρειν λέγεται. τὸ δὲ ἑξῆς· καὶ ἔλθοιμι ἐν ἐκείνῳ τῷ τόπῳ, ὅθεν ἐκ τῶν κοιτῶν, τῶν οἴκων, τοῦ Διὸς χέονται αἱ πηγαὶ αἱ τὸ ζῆν τοῖς θεοῖς δωρούμεναι: — NAB