Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

γενοίμην, φησὶν, ὄρνις, ᾗ εἴη δυνατὸν καὶ πελάγη διίπτασθαι,

καὶ ἀρθείην καὶ μετεωρισθείην ἐπὶ τὸ θαλάττιον κῦμα τὸ τῆς Ἀδρίου ἀκτῆς καὶ ἐπὶ τὸ τοῦ Ἠριδανοῦ ὕδωρ: — M

ἵνα με πτεροῦσσαν ὄρνιν: πτεροῦσσάν με ὄρνιν θείη θεὸς, ἵνα γενοίμην ἐν ἠλιβάτοις κευθμῶσι καὶ πλεῖστον ἄποπτος εἴην ἀνθρωπίνου γένους. ὁ χορὸς ἐπὶ τῇ συμβεβηκυίᾳ τύχῃ ἀφανισμὸν καὶ μεταβολὴν τῆς φύσεως ἑαυτοῦ κατεύχεται, ἵνα ἄπειρος τῶν ἐφεξῆς μείνῃ συμφορῶν. ἢ ἐπειδὴ μέλλει συνίστωρ γενέσθαι τῇ Φαίδρᾳ τῆς κατὰ Ἱππολύτου διαβολῆς καὶ [μέλλει] τηλικαύτην’ ἁμαρτίαν εἰς ἑαυτὸν ἐπισπᾶσθαι· πρὶν οὖν ἐκεῖνον ἐπιστῆναι αὐτῷ τὸν καιρόν, ἀπαλλαγῆναι τῆς φύσεως ἐπεύχεται. πρὸς τὸν Ἀδρίαν δὲ καὶ τὴν Κελτικὴν ἀρθῆναι εὔχεται οἰκείως τοῖς πεπραγμένοις καὶ ὡς μάλιστα τῶν τόπων τούτων λύπας ἀναδεξαμένων. ἐν γὰρ τῷ Ἀδρίᾳ ἡ Ἰὼ εἰς βοῦν μεταβληθεῖσα κατὰ βούλησιν Ἥρας διεπέρασε τὸ ἀπ’ αὐτῆς Ἰόνιον πέλαγος κληθέν, ἐν δὲ τῷ Ἠριδανῷ αἱ Ἡλιάδες κόραι τὸν Φαέθοντα δακρύουσι μεταβληθεῖσαι εἰς δένδρα: — NAB