Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου: διαβεβόηται τοῦτο τὸ ζήτημα. καὶ οἱ μὲν ὑπέλαβον τὸν Ἱππόλυτον στέφειν τὴν Ἄρτεμιν ἀνθίνῳ στεφάνῳ, οἱ δὲ [Φιλόχορος [frg. 167] τὴν ἐν Ἄγραις Ἄρτεμιν τῷ μελιλώτῳ στέφεσθαί φησιν] ἐφ’ ἑαυτοῦ τὸν Ἱππόλυτον ταῦτα λέγειν ὅτι ἐμαυτόν σοι ἀνατίθημι, ὧ θεὰ, στέφανον, τουτέστι κόσμον ἀνθηρότατον· κόσμον γὰρ εἶναι τῇ παρθένῳ τὸ μετὰ τοῦ σωφρονεστάτου τῶν νέων διημερεύειν. ἄλλοι δὲ μηδὲν αἰνίττεσθαι τὸν ποιητήν φασι μηδὲ ἀλληγορεῖν, ἀλλὰ κυρίως λέγειν, καὶ τῷ ὄντι στέφανον φέρειν τὸν Ἱππόλυτον, τοῦτον δὲ ἐκ τοιούτου λειμῶνος, καθ’ ὃν οὐκ ἔστιν ἡμῖν ὅσιον δρέπεσθαι τῶν ἀνθέων. τὸ γὰρ οὐδ’ ἦλθέ πω σίδηρος εἰς τοῦτο καταστρέφει, ὅτι οὐ δέδρεπται ὑπό τινος οὐδὲ εἴργασται. ἄλλοι δέ φασι τὸν Εὐριπίδην τροπικώτερον τὸν ἐπὶ τῇ Ἀρτέμιδι ὕμνον στέφανον λέγειν. καὶ γὰρ δὴ παράλογον εἶναι καὶ πολλὴν ἀτοπίαν ἔχον τὸ δοκεῖν ἄνθινον λειμῶνα εἶναι, ὅθεν ἐδρέφθη τὰ ἄνθη, καὶ τοιοῦτον, εἰς ὃν οἱ εἰσιόντες ἐξετάζονται πότερον διδακτὴν ἔχουσι τὴν σωφροσύνην ἢ ἐκ φύσεως, καὶ ⟨ὑπὸ τῆς αἰδοῦς⟩ κατάρδεσθαι αὐτόν. φιλοσόφως δέ φησι τῷ μὲν ξοάνῳ πλεκτὸν στέφανον προσφέρειν, τῇ δὲ θεῷ τὸν ὕμνον. ἐξ ἀκηράτου δὲ τῆς ἀδόλου καὶ ἀφθάρτου μου διανοίας: — MNAB

ἄλλως: ἐπιεικῶς οἱ ποιηταὶ τὰς μὲν ἰδίας φύσεις λειμῶσιν ἢ ποταμοῖς ἢ μελίσσαις εἰκάζουσι, τὴν δὲ ποίησιν στεφάνοις, διὰ μὲν τῶν ἀνθέων τὸ ποικίλον καὶ τὸ κάλλος αὐτῆς παριστάντες, διὰ δὲ τῶν ποταμῶν τὴν πληθὺν καὶ τὴν εἰς τὸ ποιεῖν ὁρμήν, διὰ δὲ τῶν μελισσῶν τὸ μελιχρόν, διὰ δὲ τῶν στεφάνων τὸν κόσμον τῶν ὑμνουμένων. ταῦτα δὴ

πάντα συνελὼν ὁ ποιητὴς ἐφαίδρυνε τῆς ἀλληγορίας τὸν τρόπον. τὸ δὲ ἐξ ἀκηράτου λειμῶνος, ἐπειδὴ δεῖ τὸν μετιόντα μουσικὴν καθαρὰν καὶ ἀκήρατον ἔχειν τὴν ψυχὴν παντός τε ἄχραντον κακοῦ καὶ μάλιστα τῆς αἰδοῦς μεμοιραμένην. διὰ γάρ τοι τὸ αἰδέσιμον καὶ παρθένους ὑποτίθενται τὰς Μούσας, γονιμωτάτας οὔσας: — MNAB

† ἄλλως: καθολικόν ἐστι, τῆς διανοίας καὶ στέφανον αὐτὸν προσφέροντα ἅτε δὴ σοφόν. τῷ μὲν γὰρ ξοάνῳ τὸν χειροποίητον στέφανον προσφέρει, τῇ δὲ θεῷ τὸν ὕμνον. πλεκτὸν τοίνυν στέφανον λέγει τὸν ὕμνον ⟨διὰ τὸ⟩ δίκην πλοκῆς συντεθέντας τοὺς λόγους ἀποτελεῖν τοὺς ὕμνους. ἀκήρατον δὲ λειμῶνα ἀλληγορεῖ, ἐξ οὗ τῶν ἀνθέων πεπλέχθαι τὸν στέφανον, τὴν παρθένιον καὶ ἄδολον ἔννοιαν ἐν ᾧ λειμῶνι οὐδὲ ποιμὴν ἄξιον νενόμικε τὰ ποίμνια ἄγειν· τὰ οὖν ἄνθη τούτου τοῦ λειμῶνος σοφίας εἶναι καὶ ἀρετῆς ἀποτελέσματα. ἀλλὰ μὴν οὐδὲ σίδηρος εἰς τμῆσιν ἦλθε τοῦ λειμῶνος καὶ αὐτοῦ τὰ ἄνθη περιέκειρεν· σίδηρον οὖν λέγει ἤτοι τὴν πανοῦργον φιλοπραγμονίαν καὶ κακουργίαν ἢ τὴν τῶν αἰσχρῶν ἡδονῶν φθορὰν, ἵνα αὐτοῦ τὸ παρθένιον καὶ ἄδολον δηλοῖ· [βοτὰ δὲ λέγει τὰ ποίμνια] μέλισσαν μέντοι ἀλληγορεῖ αὐτὴν τὴν ψυχήν. καθαρώτατον γάρ τι ζῷον ἡ μέλισσα, ἔνθεν τὰς ἱερείας μελίσσας καλοῦσιν οἱ ποιηταί. ἐαρινὸν δὲ αὐτὸν εἶπεν ἤτοι

ὅτι ἡ μέλισσα ἥδεται τῷ ἔαρι διὰ τὰ ἄνθη ἢ ὅτι αἱ καθαραὶ ψυχαὶ ἀεὶ ἐν ἀνθήσει εἰσί. τὸ γὰρ ἔαρ ἀνθέων γεννητικόν: — NAB

καίρων τῷ μελιλώτῳ στέφεσθαι τὴν ἐν Ἄγραις Ἄρτεμιν, Ἀπολλόδωρος δὲ παρὰ Κρησὶν δίκταμνον ἢ σχῖνον εἶναί φησιν αὐτῆς τὰ στεφανώματα· φύεσθαι δὲ τὸ δίκταμνον ἐν Κρήτῃ μόνῃ· τοῦτο καὶ ὠκυτόκιον εἶναι, διὸ καὶ ταῖς δυστοκούσαις δίδοσθαι χάριν τοῦ ταχέως ἀποτίκτειν. Ἴστρος δέ φησιν ἐν τῷ ̄γ τῶν Ἀτάκτων καταλέγεσθαι παῖδας ἀμφιθαλεῖς ἀνθοφόρους, ἐπὶ πᾶσι δὲ τοὺς παῖδας ἀνθοφορεῖν ἐκ τῶν τῆς θεοῦ κήπων εἰς τὸν στέφανον, τὴν δὲ ἱέρειαν πλέκειν καὶ στεφανοῦν πρῶτον μὲν τὸ ἕδος, μετὰ δὲ ταῦτα τὸ ἄγαλμα: — NBi

τὸ ἄγαλμα τῆς Ἀρτέμιδος οἱ μὲν δικτάμνῳ, οἱ δὲ σχίνῳ, οἱ δὲ λωτῷ στέφεσθαί φασιν: — MABi

ἐκ καθαρᾶς καρδίας: — MgAgBg