Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὄλοιο καὶ σὺ χὥστις: γνωμικώτερόν πως ἐπάγει τὴν κατάραν. ἀπόλοιο. φησὶ, παρὰ γνώμην μου εὐεργετῆσαί με θελήσασα, καὶ πᾶς ἄλλος ταὐτά σοι δρῶν καὶ προθυμούμενος ἄκοντας τοὺς φίλους μὴ καλῶς εὐεργετεῖν. ἄντικρυς δὲ ἐλέγχων τὸ ψευδώνυμον τῆς τοιαύτης εὐεργεσίας ⟨τὸ⟩ μὴ καλῶς προσέθηκεν. οὐ γὰρ οἶδε φύσις κἂν ἐξ εὐεργετήματος ἀνάγκην ἐπιδέχεσθαι, εἴγε τὰς χρείας καταθυμίους δεῖ ποιεῖσθαι: — AB

δέσποιν’, ἔχεις μέν: καταδέχεται τὴν ἐξ αὐτῆς μέμψιν, ἵνα οὕτως καὶ αὕτη τὴν τοῦ σφάλματος ἀπολογίαν καταδέξηται. ἑξῆς δὲ πάλιν εἰς εὔνοιαν αὐτὴν προάγειν βούλεται, τὸν σκοπὸν τῆς μηνύσεως

καθ’ ὃν γεγένηται λέγουσα. τὸ δὲ ἑξῆς οὕτως· ἔχεις μὲν δικαίως τὰ ἐμὰ πταίσματα μέμψασθαι. παραιρεῖται γάρ σου τὸ λογιστικὸν ἡ λύπη καὶ τὴν αἰτίαν τοῦ πταίσματος γινώσκειν οὐ συγχωρεῖ σοι. ἀναιτία γὰρ ἐγώ εἰμι τῆς συμφορᾶς. ὁ δὲ νοῦς· ἔχεις μὲν μέμψασθαι τὰ ἐμὰ κακὰ, δέσποινα· τὸ γὰρ λυποῦν σε κρατεῖ, ὅθεν μέμφῃ μοι. εἰ γὰρ μὴ ἐγένετο, οὐκ ἂν ἐμέμφου, ἀλλ’ ἐπῄνεις. ὅθεν ἐπιφέρει πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα. ἡ μὲν κατασκευὴ τοῦ λογισμοῦ τῆς εὐνοίας ἀπόδειξις, ἡ δὲ τῆς ἀποτυχίας δυσχέρεια τῆς τύχης κατηγόρημα: — AB