Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

καθάμμα λύσειν: παρὰ τὴν παροιμίαν ἥτις ἐστίν· οὐχ ἅμμα λύεις. εἴρηται δὲ ἀπὸ τοιαύτης αἰτίας. τοῖς Φρυξὶ

λόγιον ἐδόθη ἐκεῖνον βασιλεύσειν τῆς Ἀσίας. ὃς ἂν τῆς ἀπήνης λύσῃ τὸν δεσμὸν τῆς κομισάσης Μίδαν εἰς Φρυγίαν [ὃς ἦν ἀμπέλινος, ᾧ συνεδέδετο ὁ ζυγὸς καὶ ὁ ῥυμός]. λέγεται δὲ Ἀλέξανδρον διαλῦσαι, ἐξελόντα τὸν ἔμβολον ᾧ κατείχετο ὁ ῥυμὸς, ἢ τῷ ἐγχειριδίῳ ἀποτεμόντα, μετὰ τὴν ἐπὶ Γρανίκῳ μάχην. [γέγονε δὲ ὁ Ἀλέξανδρος μετὰ τοὺς Εὐριπίδους χρόνους]. παροιμιῶδες οὖν ἐστιν ἐπὶ τῶν δύσλυτόν τι ἐπιχειρούντων λῦσαι. * * Μαρσύας δὲ ὁ νεώτερος ἐν τῇ πρώτῃ τῶν Μακεδονικῶν ἱστοριῶν [frg. 1] φησιν οὕτως· τῆς δὲ ἁμάξης λέγεται τὸν ζυγὸν τῶ ῥυμῷ προσδεδέσθαι κλήματι ἀμπελίνῳ. ἔστι δὲ λόγιον· ὃς ἂν τὸν δεσμὸν τοῦτον λύσῃ, βασιλεύσει τῆς Ἀσίας. Ἀλέξανδρον δέ φασι Μακεδόνων βασιλέα λῦσαι αὐτόν. ὃς διαβὰς ⟨εἰς⟩ τὴν Ἀσίαν τὴν τὸν ἐπὶ Γρανίκῳ μάχην ἐνίκησε καὶ παρεγένετο ἐπὶ τὸν τόπον. ὡς δὲ οὐκ ἠδύνατο εὑρεῖν τὴν ἀρχὴν τοῦ δεσμοῦ ποῦ κατέκειτο, οἱ μὲν λέγουσι τῷ ἐγχειριδίῳ διακόψαι αὐτὸν τὸν δεσμὸν καὶ ταύτην ⟨εἰπεῖν⟩ εἶναι τὴν λύσιν· οἱ δὲ ὡς τὸν ἔμβολον ἐξέλοι ᾧ συνείχετο ὁ ζυγὸς πρὸς τῷ ῥυμῷ, περιειλημμένον δὲ εἶναι καὶ τοῦτον κλήματι· τούτου δὲ ἐξαιρε
θέντος καὶ τοῦ δεσμοῦ χαλάσαντος, οὕτως λυθῆναι καὶ τὸν δεσμὸν τοῦ ῥυμοῦ: — NAB