Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἔχει δ’ ἀνάγκην: ταῦτα διεξέρχεται πάντη τὸ περὶ τὴν γυναῖκα μοχθηρὸν ἀποδεικνὺς, ὡς μὴ μόνον τὸ πρὸς ταύτην σκοπεῖν, ἀλλὰ καὶ τοὺς γαμβροὺς εἰ καλῶς σχοίη. διπλῆ δέ ἐστι πρὸς τὴν στιγμὴν ἡ ἀνάγνωσις. τινὲς γὰρ οὕτως· εἰ δὲ κακὸν λάβοι τὸ λέχος, γαμβροὺς δὲ χρηστούς, ἀναγκάζεται στέργειν αὐτὴν, ἐκείνοις τὰ

κεχαρισμένα πράττειν θέλων. τινὲς δὲ [οὕτως] στίζουσιν εἰς τὸ ἔχει δ’ ἀνάγκην, ἵν’ ᾖ οὕτως· πάντῃ τε καὶ πάντως ὁ γαμήσας ἐλεύθερος εἶναι οὐ δύναται, ἀλλὰ τὸ ἀναγκάζον καὶ καταδουλοῦν αὐτὸν ἔχει. ἐὰν μὲν γὰρ κακῆς τύχῃ γυναικός, ἀναγκάζεται στέργειν αὐτὴν τῶν γαμβρῶν ἕνεκα καλῶν ὄντων· ἢ δι’ ἐκείνην ἀναγκάζεται ἀπολαύειν γαμβρῶν ἀχρήστων: — NAB