Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἡ γλῶσσ’ ὀμώμοχ’: οἷον· οὐκ εἰδὼς ὤμοσα. οὐ γὰρ γνοὺς περὶ τίνος ὀμνύω, ὤμοσα, τὰ δὲ κατὰ ἄγνοιαν τῶν ὅρκων γινόμενα συγγνώμης τυγχάνει παρὰ τῶν θεῶν. οὐ καθολικῶς δὲ τὸ τοιοῦτον, ἀλλὰ νῦν, ἐπείπερ ἡ γραῦς, πρὶν εἰπεῖν τὸ πάθος αὐτῷ καὶ πρὶν εἰς

ἔννοιαν ἐλθεῖν αὐτὸν τοῦ ῥηθησομένου, ὅρκον ᾔτησεν τῆς σιωπῆς καὶ τῆς διανοίας μὴ προειδυίας ἐφ’ ᾧ ὤμοσεν, ὤμοσε, φησὶν, ἡ γλῶσσα προπετέστερον καὶ παρὰ γνώμην τῆς φρενός. Ἀριστοφάνης [Ran. 102] καθολικώτερον νοήσας φησὶ τὸν Εὐριπίδην ὑβρίζειν ⟨διὰ⟩ τῆς γλώσσης τὴν διάνοιαν, ὡς ἂν μὴ τὰ δόξαντα τῇ διανοίᾳ φθεγγομένης. ἄλλως τε φαίνεται διὰ τῶν ἑξῆς τὸ εὐσεβὲς αὐτοῦ φυλάττων· φησὶ γὰρ [657] εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφρακτος ηὑρέθην, ὥστε μηδὲ δόκησιν αὐτῷ ἐπιορκίας προσάπτειν: — NAB