Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὦ γαῖα μῆτερ: ὡς φιλόσοφος τὴν γῆν καὶ τὸν ἥλιον ἐπικαλεῖται προσμαρτυροῦντας χάριν τῶν εἰρημένων. ἤδη δὲ προτραγῳδήσας ἱκανῶς, [ἐπὶ] τὴν ὀργὴν Ἱππολύτου καὶ τὴν ἱκεσίαν τῆς γραὸς ἐπεξέρχεται, πρότερον ἀρξάμενος ἀπὸ τοῦ τραγικοῦ, δηλαδὴ τῆς ὀργῆς Ἱππολύτου, τὴν δὲ ἐξ ἀρχῆς ἀδολεσχίαν τῆς γραὸς καὶ τὸν ὅρκον ἀποκρυψάμενος. ὡς φιλόσοφος γῆν καὶ ἥλιον ἐπιβοᾷ, ἐπεὶ ἀρχὴ πάντων εἰσὶ, γῆ μὲν πάντων μήτηρ κατὰ Ἡσίοδον [Theog. 45. 106. 421. 644], ἥλιος δ’, ἐπεὶ πάντ’ ἐφορᾷ καὶ παντ’ ἐπακούει [λ 109 μ 323]. [Ἀναξαγόρας οὖν τὸν ἥλιον μύδρον ἔφησε καὶ ἐξ αὐτοῦ πάντα γίγνεσθαι, ᾧ ἀκολουθήσας ὁ Εὐριπίδης [0r. 983] χρυσέαν βῶλον αὐτὸν εἴρηκεν]: — NAB

ἡλίου τ’ ἀναπτυχαί: ὦ ἀκτῖνες, καθὸ τὸ σκότος ἀναπτύσσουσι καὶ ἡμῖν δηλοῦσι τὰ πάντα διὰ τοῦ φωτός: — NAgB