Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἕπεσθ’ ᾄδοντες: τοῦτο ἔνιοι μὲν τὸν Ἱππόλυτον φασὶν ᾄδειν. ἄμεινον δὲ τοὺς ἑπομένους τῷ Ἱππολύτῳ ἀπὸ τῶν κυνηγεσίων ταῦτα λέγειν. ἕτεροί εἰσι τοῦ χοροῦ, καθάπερ ἐν τῷ Ἀλεξάνδρῳ [FTG2 p. 374] οἱ ποιμένες. ἐνταῦθα μὲν οὖν δύναται προαποχρήσασθαι τοῖς ἀπὸ τοῦ χοροῦ, ἐκεῖ δὲ συνεστῶτος τοῦ χοροῦ ἐπεισάγει τοιοῦτο ἄθροισμα, ὡς καὶ ἐν τῇ Ἀντιόπῃ [FTG2 p. 412] δύο χοροὺς εἰσάγει, τόν τε τῶν Θηβαίων γερόντων διόλου καὶ τὸν μετὰ Δίρκης. ὥστε βέλτιστον ἐπιγράφειν χορὸς νεανιῶν τῶν κυνηγῶν Ἱππολύτου, οὐχ ᾗ λέγουσι τινὲς ⟨τὸν⟩ Ἱππόλυτον ⟨ταῦτα⟩ λέγειν, ὅπου γε καὶ αὐτὸς προστάττει αὐτοῖς ᾄδειν τὴν Ἄρτεμιν, λέγων ἕπεσθ’ ᾄδοντες: — MNAB

ἢ ὁ Ἱππόλυτος ὑμνεῖν παρακελεύεται αὐτοῖς, ἢ ἀλλήλους προτρέπονται οἱ ἀπὸ τοῦ χοροῦ, ἤγουν οἱ συνεπόμενοι τῷ Ἱππολύτῳ κυνηγέται. ἄλλοι δέ τινές εἰσι παρὰ τὸν χορόν. ὁ γὰρ χορὸς, ὡς εἴρηται, ἐκ Τροιζηνίων γυναικῶν ἐστιν: — MNAB