Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

λοιπὸν ὁ χορὸς ἐκτείνεται πρὸς τὸν Ἔρωτα λέγων· ὦ Ἔρως, ὅστις διὰ τῶν ὀμμάτων τῶν ἀνθρώπων στάζεις τὸν πόθον, διὰ τούτου εἰσάγων ταῖς ψυχαῖς τὴν γλυκεῖαν ἡδονὴν, καθ’ ὧν ἂν ἐπιστρατεύσῃ τῷ ἐρωτικῷ τόξῳ καὶ ἐρᾶν ποιήσῃς. τὸ δὲ ἑξῆς οὕτως· ὧ Ἔρως, ὃς κατὰ τῶν ὀμμάτων τῶν ἐρωμένων ἡδονὴν καὶ ἐπιθυμίαν ἐπιχέεις, διὰ

τούτου ταῖς ψυχαῖς ἐκείνων εἰσάγων γλυκεῖάν τινα ἡδονὴν, καθ’ ὧν ἂν ἐπιστρατεύσῃ τοῖς ἐρωτικοῖς βέλεσιν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· ὅτε ἐπαναγκάσεις τινὰ ἐρᾶν, τῷ ἐρωμένῳ γλυκεῖαν ἐπιτίθης ταῖς ὄψεσιν ἡδονὴν, ὅπως τοὺς ἐρῶντας αὐτοπροαιρέτῳ καθυποτάξῃς ἀνάγκῃ διὰ τῆς ἡδονῆς. τὸ δὲ ἑξῆς· ὦ Ἔρως Ἔρως, ὃς κατ’ ὀμμάτων στάζεις πόθον, μή μοι ποτὲ σὺν κακῷ φανείης: — NAB

ὃ ἀντὶ τοῦ ὅς: — N