Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ἡ δ’ ἄχθος οἴκων: τί φὴς, Εὐριπίδη, κακὴ ἡ αἰδώς; ναί φησιν ἔσθ’ ὅτε κακή. δισσαὶ γάρ εἰσιν αἰδοῖ. εἰ δὲ ᾔδειμεν εὐκαίρως αἰδεῖσθαι, οὐκ ἂν δύο ἦσαν ἑνὶ ὀνόματι καλούμεναι. ἴσως δὲ τὸ Ὁμη
ρικὸν ἀνέγνω Εὐριπίδης [Ω 45]· ἥ τ’ ἄνδρας μέγα σίνεται, ἣ δ’ ὀνίνησιν: — NABἄλλως: εἰ δ’ ὁ καιρὸς ἦν σαφής: ἐπεί φησιν Ὁμηρος μίαν μὲν εἶναι τὴν αἰδῶ, δισσὴν δὲ δύναμιν ἔχειν αἰδὼς, ἥ τ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησι’, τὴν διαφωνίαν ἰώμενός φησιν ὅτι τῆς αἰδοῦς ἡ διπλῆ διάνοια παρὰ τὴν ἡμετέραν γίνεται ἄγνοιαν. ἡμεῖς γὰρ οὐ κατὰ καιρὸν αὐτῇ χρώμενοι διπλῆν ἡγούμεθα τὴν μίαν. ἔδει γὰρ τὴν εὐκαίρως γινομένην μόνην ὀνομάζειν αἰδῶ. τὸ δὲ ταὔτ’ ἔχοντε γράμματα, οἷον· ἑνὶ ὀνόματι τόνῳ καὶ φθόγγῳ προσαγορευομένα: — NAB
ἀκριβὴς φανερός: — Mg