Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐκ ἀγνοίᾳ μοι δοκοῦσιν οἱ ἄνθρωποι ἐκπίπτειν εἰς τὰ ἁμαρτήματα, ὅπου γε πολλοὶ καὶ εὖ φρονοῦντες καὶ αἰσθανόμενοι κακῶν τε καὶ ἀγαθῶν ἐκπίπτουσιν εἰς τὸ κακόν. ἐπειδὴ τοίνυν οὐκ ἀγνοίᾳ, ἀλλὰ γινώσκοντες ἁμαρτάνομεν, ταύτῃ σκοπητέον τοῦ βίου τὴν λύμην τίς ἐστιν: — MNAB

οὐ κατὰ γνώμης: τῆς γνώσεως. οὐχ ἁμαρτίᾳ δὲ τῆς γνωστικῆς φύσεως ἁμαρτάνουσιν, ὅπου γε πολλοὶ αἰσθανόμενοι τὸ ἀγαθὸν προκρίνουσιν αὐτοῦ τὸ κακόν: — AB

τὴν προαίρεσιν: — Mg