Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

μίασμα φεύγων αἵματος: τοὺς Παλλαντίδας ὑπὸ Θησέως ἀνῃρῆσθαι Φιλόχορος οὕτω φησί [frg. 36] Πάλλαντος ἐπιθέσθαι ταῖς Ἀθήναις διανοουμένου καὶ τὴν Σφηττίαν ὁδὸν προφανῶς πορευομένου ἐπὶ τὸ ἄστυ μετὰ τῆς δυνάμεως αὐτοῦ, οἱ τούτου παῖδες κατὰ βούλησιν τοῦ πατρὸς Γαργηττοῖ ἐγκαθίζουσι μετὰ τῶν ἡλικιωτῶν, ἵν’, ὅταν ἐπεξελθοῦσι τοῖς Ἀθηναίοις ὁ Πάλλας συμβάλῃ, ἐξ ἐφόδου προσπεσόντες λά

βωσι τὴν πόλιν. ἀνὴρ δέ τις. ὃς ἐκηρύκευε τῷ Πάλλαντι, ἀπαγγέλλει τῷ Θησεῖ τὸ γενόμενον. ὁ δὲ προσπεσὼν εὐθὺς μετὰ τῶν ἡλικιωτῶν αὐτοὺς ἀναιρεῖ. ἡ δὲ ἱστορία οὕτως ἔχει· Νῖσος καὶ Πάλλας καὶ Αἰγεὺς τρεῖς ἀδελφοὶ ἐκ Πανδίονος γεγόνασιν, καὶ ὁ μὲν Νῖσος τὰ Μέγαρα ᾤκει. Αἰγεὺς δὲ καὶ Πάλλας δήμων τινῶν ἧρχον. τῆς Ἀττικῆς οὔπω συνῳκισμένης εἰς ἕν. λόγος οὖν τὸν Θησέα. ἀνεψιὸν ὄντα τῶν Πάλλαντος παίδων, ἕνα αὐτῶν ἀντιποιούμενον τῆς βασιλείας ἀνελεῖν. [οἱ δὲ οὕτως ἱστόρησαν. φασὶ γὰρ τοὺς Παλλαντίδας παῖδας ἀνελεῖν τὸν Θησέα, λοχῶντας ἵνα εἰσπέσωσι τῇ πόλει.] ἐπειδὴ δὲ νόμος ἦν τοὺς ἐμφύλιον καὶ συγγενικὸν φόνον ποιήσαντας ἐνιαυσίᾳ φυγῇ ζημιοῦσθαι ⟨διὰ⟩ τὸ μίασμα. ἔξορον αὑτὸν ἐποίησεν καὶ τὴν γυναῖκα εἰς Τροιζῆνα πλησιάζουσαν ὡς τοὺς συγγενεῖς μετήνεγκεν ἑαυτὸν ἐκ ταύτης καὶ πάσης τῆς Πελοποννήσου ἀφορίσας. ἔθος γὰρ τοῖς ἐφ’ αἵματι φεύγουσιν ἐνιαυτὸν ποιεῖν ἔξωθεν τῆς πατρίδος: — MNAB

Πάλλας πολύπαις ὢν ὡς ἄπαιδα τὸν Αἰγέα κατεπόνει ἕως ἡβήσας ὁ Θησεὺς ἠμύνατο τοὺς Παλλαντίδας. βαλὼν γὰρ ἐν κυνηγίῳ κατὰ συὸς τινὰ τῶν Πάλλαντος παίδων ἀνεῖλεν: — MAB